Ancient Greek · ~6 min
6 to 11
SATYRUS, Fragmenta 6-11
Not analysed yet
Σάτυρος δέ φησιν ὅτι καὶ τὴν καμπύλην βακτηρίαν αὐτὸς ἐπενόησε. Σάτυρος δέ φησιν αὐτὸν εἰπεῖν (sc. Sophoclem ab Iophonte tamquam ὑπὸ γήρως παραφρονοῦντα accusatum), «Εἰ μὲν εἰμὶ Σοφοκλῆς, οὐ παραφρονῶ· εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς», καὶ τότε τὸν Οἰδίποδα παραναγνῶναι. Σάτυρος δέ φησι τὴν Ἀντιγόνην ἀναγιγνώσκοντα, καὶ ἐμπεσόντα περὶ τὰ τέλη νοήματι μακρῷ καὶ μέσην ἢ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ ἔχοντι, ἄγαν ἀποτείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ τὴν ψυχὴν ἀφεῖναι. Ἀποθανεῖν δ ̓ αὐτὸν Φιλόχορος (fr. 138) μέν φησι φάρμακον πιόντα· Σάτυρος δὲ ὁ συγγραφεὺς, τὸν κάλαμον· πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολὴν, οὗ γευσάμενον ἀποθανεῖν. Καὶ πρῶτος (sc. Χείλων Λακεδαιμόνιος) εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι, Σάτυρος δὲ Λυκοῦργον. Βίας Τευτάμου, Πριηνεὺς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου. Ἐν ταῖς Ἀθήναις . . . Τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος, Τῷ σοφῷ, Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας (sc. Messenias, quas paullo ante captivas redemerat et dote instructas parentibus reddiderat Bion) . . . οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος . . . εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγησαμένας τὰ καθ ̓ ἑαυτάς. Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου Βίων ἐπιτομῇ, κτλ. Σάτυρος δὲ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς οὑὸν Ἐξαίνετον. Ἐπὶ δὲ τῆς αὐτῆς Ὀλυμπιάδος (Ol. 70 sec. Aristot.) τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δὲ υἱὸν αὐτοῦ πάλῃ, ἢ (ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ [Sotionis, uti videtur]) δρόμῳ.