Ancient Greek · ~3 min
15 to 17
SATYRUS, Fragmenta 15-17
Not analysed yet
Ἔνιοι δὲ καὶ ἀμφοτέρας ἔχειν ὁμοῦ (φασίν)· ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόσιος. Φασὶ γὰρ βουλευθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν συναυξῆσαι τὸ πλῆθος, ψηφίσασθαι, γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας· ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτην. Λέγουσι δέ τινες (ὧν ἐστι καὶ Σάτυρος) ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν, ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου μνῶν ἑκατόν. Καὶ γὰρ ἐν εὐπορίᾳ, φασὶν, ἦν, παρὰ Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ· Εἰ χρηματιεῖται ὁ σοφός. Σωσικράτης δ ̓ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς, καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων, οὐδὲν εἶναι Διογένους φασί. Τὰ δὲ τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους.