Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 18
Not analysed yet
Σάτυρος δ ̓ ἐν τοῖς Βίοις Ἀνάξαρχόν φησι, τὸν Εὐδαιμονικὸν φιλόσοφον, ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων, καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος, ὡς πάντας πτῆξαι, εἰπεῖν, Μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός; Τὸν δὲ γελάσαντα εἰπεῖν, Οὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ σύ με διδάσκεις, ὁ τὰς τῶν σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.