Ancient Greek · ~7 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 21
Not analysed yet
Ἀλλὰ καὶ Σάτυρος, ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι. Διὸ καὶ [suppl. Τὴν Διονυσίαν] φυλὴν ὁ Προλεμαῖος πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· «Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηιάνειραν· τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς, οἶμαι, Ὕλλον, τοῦ δὲ Κλεόδημον (1. Κλεοδαῖον), τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστοδαμίδαν, τοῦ δὲ Κάρανον, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, **τοῦ δὲ Βόκρον (Βάλακρον̣), τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύοντος Πτολεμαῖον τὸν Φιλάδελφον (mgorecte Φιλοπάτορα). Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτως περιέχει. Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι· Ἀλθηὶς (Ἀλθὴς libri) ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας· Δηιανειρὶς (Δηιανείρης libri), ἀπὸ [Δηιανείρος] τῆς θυγατρὸς Διονύσον καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. [Ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ ̓ αὐτοὺς δῆμοι.] Ἀριαδνὶς (Ἀριάδνης libri) ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρυμνίδι· Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός· Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου· Εὐανθὶς (Εὐαινὶς libri) ἀπὸ Εὐάνθεος (Εὐνόος libri) υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου.