Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 20
Not analysed yet
Οἱ δὲ μὴ οὕτως (sc. ut Democritus, de quo in antecedentibus sermo) ἄσωτοι κατὰ τὸν Ἄμφιν· «Πίνουσ ̓ ἑκάστης ἡμέρας δι ̓ ἡμέρας,» διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον «Κεφαλὰς ἔχοντες τρεῖς, ὥσπερ Ἀρτεμίσιον, «πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς Περὶ χαρακτήρων εἴρηκε, κατατρέχοντες τὸν ἀγρὸν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται, ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται, ἀλλὰ τί οὐ περιέσται· ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.»