Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 5
Not analysed yet
«Ὁ δὲ Φίλιππος ἀεὶ κατὰ πόλεμον ἐγάμει. Ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν, οἷς ἐβασίλευσεν, ὥς φησι Σάτυρος ἐν τῷ Περὶ τοῦ βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας, ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν· ἔγημε δὲ καὶ Φίλαν, ἀδελφὴν Δέρδα καὶ Μαχάτα. Οἰκειώσασθαι δὲ θέλων καὶ τὸ τῶν Θετταλῶν ἔθνος, ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισσαία Φίλιννα, ἐξ ἧς Ἀριδαῖον ἐτέκνωσε. Προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν, γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. Καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς, ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. Γήμας δὲ καὶ ταύτην ἐπεισήγαγε τῇ Ὀλυμπιάδι. Ἐπὶ πάσαις δὲ ἔγημε Κλεοπάτραν ἐρασθεὶς, τὴν Ἱπποστράτου μὲν ἀδελφὴν, Ἀττάλου δὲ ἀδελφιφδῆν· καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι, ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. Εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος, Νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται. Καὶ ὁ Ἀλέξανδρον, ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχε κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. Καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ ̓ εἰς Ἰλλυριούς. Καὶ ἡ Κλεοπάτρα δὲ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα, τὴν κληθεῖσαν Εὐρώπην.»