Ancient Greek
APPENDIX SCHΟLIΟRUM.
Scholia in Euclidem, Scholia in Euclidis Data Ad prop. XCI demonstr. alt.
Not analysed yet
41. Δοθὲν ἄρα ἐστὶ τὸ ὑπὸ τῶν Α∠Ζ p. 226, 9] ἐπεὶ γὰρ δεδομέναι εἰσὶν αἱ ΑΖ, Ζ∠, καὶ ὅλη ἡ Α∠ δέδοται διὰ τὸ γ΄ ὥστε ἑκατέρα τῶν Α∠, ΑΖ δέδοται. καὶ δῆλον, ὅτι τὸ ὑπʼ αὐτῶν περιεχόμενον δέδοται, ὡς ἐν τοῖς ὅροις· ὅ τε γὰρ λόγος τῆς Α∠ πρὸς τὴν ∠Ζ δέδοται, ἐπειδήπερ ἑκατέρα τῶν Α∠, ∠Ζ δέδοται διὰ τὸ α΄, καὶ αἱ γωνίαι δεδομέναι εἰσίν· ὀρθαὶ γάρ. 42. P. 226, 10] ἐὰν γὰρ διάμετρον ἀγάγωμεν, τὰ λοιπὰ δῆλα, ὡς ἐν τῷ γ΄ τῶν στοιχείων ἐν τῷ λδ΄ θεωρήματι· ὅλαι γὰρ αἱ τέμνουσαι εὐθεῖαι τὸ ὑπὸ τῶν τμημάτων ἴσον ἔχουσι τῷ ἀπὸ τῆς ἐφαπτομένης. 43. Ἑκάτερον γὰρ αὐτῶν ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ἐφαπτομένης τοῦ κύκλου.