Ancient Greek · ~2 min
Section 36
Scholia in Euclidem, Scholia in Euclidis optica (scholia vetera) 36
Not analysed yet
36. Βλέπεται p. 34, οὕτως ἡ Κ∠ ἐλάττων φανήσεται τῆς Κ Β μὴ τοῦ ∠πρὸς τῇ περιφερείᾳ δοκοῦντος φαίνεσθαι, ἀλλʼ ὑποκάτω τοῦ Β, καὶ τὸ Ε ὡσαύτως οὐχὶ πρὸς τῇ περιφερείᾳ, ἀλλʼ ὑποκάτω τοῦ ∠καὶ οὕτως ὡς καὶ εὐθείας ἀπὸ τοῦ Β πρὸς ὀρθὰς κατηγμένης διὰ τῶν ∠,Ε διῆχθαι. ἀλλὰ δὴ καὶ τοῦ Ζ· καὶ τὸ Ν γὰρ ὑποκάτω τοῦ Ε ὀφθήσεται καὶ οὐ πρὸς τῇ περιφερείᾳ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἀπὸ τοῦ Γ, ὡς φαίνεσθαι ἐπὶ μιᾶς εὐθείας τῆς ΒΓ τὰ Β, ∠,Ε, Ζ, Η, Θ, Γ στοιχεῖα.