Ancient Greek · ~5 min
Ad prop. XII.
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 102
Not analysed yet
102. Ἐκ περισσοῦ. τῆς αὐτῆς καταγραφῆς μενούσης λέγω, ὅτι ἡ ΑΒ τῇ ΒΓ ἐν ἴσῳ χρόνῳ δύνει. ἐπεὶ γὰρ ἡ Γ∠ τῆς ΒΕ μείζων ἐστὶν ἢ ὁμοία, κείσθω τῇ ΒΕ ὁμοία ἡ Γ Ζ, καὶ ὁ ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΖΕΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒ τῇ ΒΓ, ἴσος ἐστὶν ὁ ΑΘ κύκλος τῷ Γ∠ κύκλῳ· ἴση ἄρα καὶ ἡ ΑΕ τῇ Ε∠. ἔστι δὲ καὶ ἡ ΖΕ τῇ ΕΗ ἴση, ἐπεὶ καὶ ἡ ΓΒ τῇ ΒΑ ἴση· ἐστιν ἄρα καὶ ἡ ἀπὸ τοῦ Η ἐπὶ τὸ Α τῇ ἀπὸ τοῦ ∠ἐπὶ τὸ Ζ ἴση ἄρα καὶ ἡ ΑΗ περιφέρεια τῇ ∠Ζ περιφερείᾳ· ἀλλʼ ἡ ΑΗ τῇ ΕΒ ἔστιν ὁμοία· καὶ ἡ ΕΒ ἄρα τῇ ∠Ζ ἐστιν ὁμοία. ἐν ᾧ ἄρα χρόνῳ τὸ Β ἀρξάμενον ἀπὸ τοῦ Β τὴν ΒΕ διελθὸν ἐπὶ τὸ Ε παραγίγνεται, ἐν τούτῳ καὶ τὸ Ζ ἀρξάμενον ἀπὸ τοῦ Ζ τῇᾶ Ζ∠ διελθὸν ἐπὶ τὸ ∠παρέσται· ἀλλʼ ὅταν μὲν τὸ Β ἐπὶ τὸ Ε παραγένηται, δύνει ἡ Β Α περιφέρεια· ὅταν δὲ τὸ Ζ ἐπὶ τὸ ∠παραγένηται, δύνει ἡ ΖΕ, τουτέστιν ἡ ΓΒ ἡ ΑΒ ἄρα τῇ ΒΓ ἐν ἴσω χρόνῳ δύνει.