Ancient Greek · ~4 min
96 to 101
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 96-101
Not analysed yet
96. ΚΛ περιφέρεια p. αὕτη γάρ ἔστι ἡ Ογ εταβᾶσα. 97. P. ἔχεις καὶ ταύτην τὴν πρότασιν ἀποδεειγμένην τὴν ὅτι ἐν ἐλαχίστοις χρόνοις πρὸς τῷ ἰσημερινῷ· πρὸς τῷ ἰσημερινῷ γάρ ἐστι ἡ ΛΞ. 98. Καὶ ἐπεί p. δείξας τὰ πρὸς τῇ συναφῇ τοῦ ἑνὸς τῶν τροπικῶν, ὅτι ἐν πλείονι, δείκνυσι καὶ τὰ πρὸς τῇ ἑτέρᾳ συναφῇ τοῦ ἑτέρου τροπικοῦ, ὅτι ἐν πλείονι. 99. Λέγω, ὅτι p. εἰπὼν ἐν τῇ τελευταίᾳ προτάσει, ὅτι αἰ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ κύκλου ἐν ἴσοις χρόνοις καὶ δύνουσι καὶ ἀνατέλλουσιν, καὶ δείξας, ὅτι ἐν σοῖς χρόνοις δύνουσιν, νῦν δείκνυσι ὡς ἐπὶ ἄλλης καταγραφῆς, ὡς ὅτι καὶ ἐν ἴσοις χρόνοις ἀνατέλλουσιν. 100. Ἀλλὰ ΠΩ p. ὡς ἴση τῶν κύκλων ἴσων ντον. 101. P. ἔχεις καὶ τὴν ἐσχάτην πρότασιν ἀποδεδειγμένην, ὅτι Ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ κύκλου ἴσον γὰρ ἀπέχουσι τοῦ ἰσημερινοῦ ἡ ΛΞ καὶ ἡ ΞΜ.