Ancient Greek · ~3 min
65 to 67
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 65-67
Not analysed yet
65. Κατὰ συζυγίαν p. τουτέστιν, ὅτε ἐναντίον τὸ ἓν δύνει, τὸ ἄλλο ἀνατέλλει, καὶ ὅτε δύνει τόδε, ἀνατέλλει τὸ ἕτερον. 66. Κατὰ συζυγίαν ἀνατέλλειν καὶ δύνειν ἄστρα λέγεται, ὅσα κατὰ διάμετρον ὄντα ἐν ἴσῳ χρόνω ἴσας περιφερείας διέρχεται καὶ τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν πορεύεται, τὸ δὲ ἀπὸ δύσεως ἐπʼ ἀνατολήν. 67. Ἴση ἄρα ἡ ΕΒ p. ἐὰν γὰρ ἐπιζεύξωμεν τὰς ΑΒ, ΕΖ, δύο δυσὶν ἴσαι ἔσονται, ὡς ἐκ τοῦ κέντρου καὶ αἱ γωνίαι ἴσαι σἱ κατὰ κορυφήν· βάσις ἄρα ἡ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Β βάσει τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Ζ ἐστιν ἴση, ὥστε καὶ περιφέρεια ἡ ΕΒ τῇ ΑΖ περιφερείᾳ ἐστὶν ἴση.