Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 225
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 225-2
Not analysed yet
αὐχμηρὸν ῥυπαρόν: —MgB πίνος ὁ ῥύπος· πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει [Apoll. Rh. II 200]: —MiTB ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα· κατὰ ἀναστροφὴν εἶπεν· οὐ γάρ ἐστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρατος οἱ βόστρυχοι. ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι, ἵν’ ᾖ οὕτως· ὦ τῶν βοστρύχων ἄθλιον κάρα. παρακαθίσασα δὲ ἔξωθεν καὶ εἰς πλευρὸν δεξαμένη τὸν Ὀρέστην ταῦτα λέγει: —MTAB