Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 227
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 227-2
Not analysed yet
ὅταν μ’ ἀνῇ νόσος: περὶ γὰρ τὸν καιρὸν τῆς μανίας εὐτονοῦσιν οἱ μαινόμενοι ἐντεινομένων τῶν νεύρων καὶ πνεύματος πληρουμένων· χαλωμένης δὲ τῆς μανίας καὶ τοῦ πνεύματος ἐπιλείποντος παρίενται: —MTAB ἀνῇ: ἐν ἀνέσει διαγενόμενος Ὀρέστης λέλυται: —MTAB †τὸ ἀνῇ ἀντὶ τοῦ ἀφήσει καταλείψει. τουτέστιν· ⟨ἐὰν⟩ ἐν ἀνέσει γένωμαι: —A ἢ ἡ διὰ τῆς μανίας νόσος, ἢ ἐπιθετικῶς· μανιὰς νόσος: —MTBi