Ancient Greek · ~10 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 877
Not analysed yet
886. τί δʼ ; οὐ γυναῖκες: τί δέ οὐ γυναῖκες ἀνεῖλον τὰ τέκνα τοῦ Αἰγύπτου, κσὶ τοὺς ἄρσενας ἐξοικισθῆναι ἐποίησαν τῆς Λήμνου; ἀντίστροφον, ἀντὶ τοῦ τοὺς ἄρσενας ἐξῴκισαν ἄρδην τῆς Λήμνου. I. Ἱστορία. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ἤσαν, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρός. τούτων ὁ μὲν Αἴγυπτος ἔσχε πεντήκοντα παῖδας ἄρρενας, ὁ δὲ Δαναὸς ἔσχε καὶ αὐτὸς πεντήκοντα θυγατέρας. οὗτος φθονῶν τῷ ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν, καὶ φοβηθεὶς ὅπως μὴ ὑπʼ αὐτῶν ἐκβληθῇ τῆς βασιλείας, ἀνδρωθέντων τῶν υἱῶν αὐτοῦ, ἐδίωξεν αὐτὸν εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπʼ αὐτοῦ ἡ χώρα Ἀἴγυπτος ἐκλήθη. χρόνου δέ τινος παρελθόντος καὶ τῶν παίδων ἀνδρωθέντων, θαρρῶν τῇ τῶν παίδων δυνάμει, παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν ἑαυτοῦ ποιούμενος καὶ τῆς βασιλείας, ἐπιβουλὴν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην ἐσκέψατο· συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλάμενος τῷ Αἰγύπτῳ ὁ Δαναὸς συνεβούλευσε ταῖς θυγατράσιν ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας πρὸ τῆς μίξεως τῆς πρὸς αὐτὰς, θάνατον ἐπαπειλήσας ταῖς μὴ τοῦτο ποιούσαις. αἱ μὲν οὖν πᾶσαι τὸ τοῦ πατρὸς ἔχουσαι πρόσταγμα ἀνεῖλον τοὺς ἄνδρας, μία δὲ μόνη τούτων ἡ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, ἀπὸ τῆς μίξεως διάθεσιν ἐσχηκυῖα πρὸς αὐτόν. οὗτος δὲ σωθεὶς ἐξεδίκησε τοὺς ἀδελφούς. ἐφόνευσε γὰρ τὰς θυγατέρας τοῦ Δαναοῦ, ἅμα καὶ αὐτὸν, καὶ τῆς τούτου βασιλείας ἐκράτησε τοῦ Ἄργους ἅμα τῇ Ὑπερμνήστρᾳ. καὶ γίνεται ἐκ τούτων Ἄβας, ἐξ Ἄβαντος Προῖτος καὶ Ἀκρίσιος, ἐξ Ἀκρισίου Δανάη, ἐκ Δανάης Περσεὺς, ἐκ Περσέως Ἀλκαῖος, Ἠλεκτρύων καὶ Σθένελος, ὧν ὁ μὲν Ἀλκαῖος Ἀμφιτρύωνα ἔσχε παῖδα, ὁ δὲ Ἠλεκτρύων τὴν Ἀλκμήνην, ἐξ Ἀλκμήνης δὲ Ἡρακλῆς καὶ Ἴφικλος, ἐξ οὗ Ἰόλαος. B. M. Gu. I. φασὶ δὲ οἱ ποιηταὶ ταύτας ἐν Ἅιδου διὰ τὸν φόνον τῶν ἰδίων ἀνδρῶν κολάζεσθαι, ὑδροφορεῖν καταδικασθείσας ἐν τετρυπημένῳ πίθῳ. ὅθεν καὶ παροιμίαν ἐπὶ τῶν ἀνήνυτα μοχθούντων εἰς τετρυπημένον πίθον ἀντλεῖν λέγομεν. Gu. I. Ἱστορία. ἐξ Ἰοῦς τῆς θυγατρὸς Ἰνάχου ἐγένοντο δύο παῖδες, Αἴγυπτος καὶ Δαναός. ἔχων οὖν ὁ Δαναὸς θυγατέρας πεντήκοντα φοβηθεὶς τὸν ἀδελφὸν ἔχοντα πεντήκοντα υἱοὺς ἐξέβαλε μετὰ δόλου τῆς πόλεως. ἀλώμενος οὖν ἐκεῖνος εἰς ἀλλοτρίους τόπους ἐπανῆλθεν ἀνδρωθέντων τῶν υἱῶν. φοβηθεὶς οὖν ὁ Δαναὸς τὴν πολιορκίαν μήνει διὰ πρέσβεων τῷ Αἰγύπτῳ περὶ κήδους τῶν θυγατέρων καὶ τῶν παίδων ἐκείνου. τοῦτο οὖν γίνεται καὶ ἀναιροῦσιν ἅπαντας τῷ καιρῷ τῆς μίξεως ξιφιδίοις ὑποθήκαις τοῦ πατρὸς, μιᾶς φεισομένης Λυγκέως καὶ ἐξειπούσης τὸ ἀπόρρητον. Gr.