Ancient Greek
1035 to 1051
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1035-1051
Not analysed yet
1035. ἡμεῖς δʼ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν. τὸ γὰρ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες. 1036. ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ. φονεῦσαί σε τὴν Φαίδραν. ἀποστροφήν: ἀποβολὴν, ἀπολογίαν. A. λύσιν, τέλος. B. 1038. ἐπῳδός: ἀντὶ τοῦ ἀπατεὼν, φαρμάκων ἔμπειρος. εὐοργησίᾳ δὲ πρᾳότητι, βαθύτητι. οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ, ἀντὶ τοῦ εὐήθης εἶναι ὑποκρινόμενος. 1039. εὐοργησίᾳ: ἀνεξικακίᾳ. B. 1041. καὶ σοῦ γε κάρτα: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρτερεῖς. εἰ γὰρ ἐγῶ πατὴρ σὸς ἤμην, οὐδαμῶς ἐφυγάδευον, ἀλλʼ ἐφόνευον νευον ἄν σε, εἰ ὑπελάμβανον τὴν γυναῖκά μου διαφθείραντα. 1046. προὔθηκας: ἐπεκύρωσας. A. 1047. ταχὺς γὰρ Ἅιδης ῥᾷστος: ἀντὶ τοῦ ἥδιστος. ταχὺς δὲ ἀντὶ τοῦ ὀξύς. οἱ γὰρ ἄδικοι ταχὺ τὸν θάνατον λαμβάνοντες χαίρουσι, διὰ τὸ μὴ κρίνεσθαι αὐτοὺς πολλάκις. 1050. μισθός: ἐν πολλοῖς οὐ φέρεται οὗτος ὁ ἴαμβος. B. 1051. οὐδὲ μηνυτὴν χρόνον: οὐδὲ περιμένεις ὀλίγον χρόνον, ἵνα μάθῃς τὸ ἀσφαλὲς, ἀλλʼ οὕτως με διώκεις;