Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1057
Not analysed yet
1057. ἡ δέλτος ἥδε: αὕτη ἡ δέλτος οὐκ ἔστιν ἀπὸ μαντείας κατεσκευασμένη, ἀλλὰ κατηγορεῖ σου· ἥνπερ ἐγὼ δέχομαι, καὶ ταύτῃ πιστεύω. τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμώζειν. οὐ παρὰ μάντεων, φησὶ, μαθοῦσα, ἀλλʼ αὐτὴ παθοῦσα, καὶ πλέον ἄλλων εἰδυῖα. κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφʼ ὧν οἱ μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις. κλῆρον οὖν τὴν μαντείαν. εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς. A. B. I. κλῆροι λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν. A.