Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1034
Not analysed yet
1034. ἐσωφρόνησεν: δυνατὸν ἐν ἐρωτήσει, ἵν᾿ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σὺ φῆς, ἐσωφρόνησε, καίτοι μὴ φύσει ὑπάρχουσα τοιαύτη, ἐγὼ δὲ ὁ ἔχων οὐκ ἐσωφρόνησα, ἀλλʼ ἐβουλήθην αὐτῇ μιγῆναι αὐτῆς μὴ βουλομένης; A. B. I. Ἄλλως. τινὲς δὲ κατʼ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν; Ἄλλως. ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατʼ αὐτὴν καὶ δηλῶσαί σοι. A. οὐκ ἔχουσα σωφρονεῖν: γρ. οὐχ ἑκοῦσα. A. B. ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα. A.