Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1093
Not analysed yet
1093. σύνθακε: συγκάθεδρε. B. rec. φευξούμεσθα: εἰς Ἀττικήν φησι φεύγειν, ὅτι ὑπὸ μίαν βασιλείαν ἦσαν Ἀττική τε καὶ Τροιζήν. καὶ ἑτέραν λέγων ἑκατέραν ὠνόμασεν. καὶ Ἐρεχθέως δὲ γῆν τὸ αὐτὸ λέγει. Ἐρεχθεὺς γὰρ ἐβασίλευσεν εἰς τὰς Ἀθήνας. ἐγκαθηβᾶν δὲ ἐννεάσαι, ἡβητὰς τρέφειν, διὰ τὸ ἔχειν τόπους εἰς τὸ ἡβᾶν ἐπιτηδείους, ὅθεν καὶ ἡβητήρια τὰ γυμνάσια.