Ancient Greek
1065 to 1090
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1065-1090
Not analysed yet
1065. οὐκ εἶ πατρῴας: τὸ εἶμι τὸ πορεύομαι, καὶ τὸ εἰμί τὸ ὑπάρχω ἐν τῇ συνηθείᾳ κατὰ τὸ δεύτερον πρόσωπον ἀποβολὴν πάσχουσι τοῦ σ παραλόγως. φασὶ γὰρ ποῖ ἄπει καὶ ποῦ εἶ. B. I. 1066. τίνος ξένων: τίνος τῶν ξένων εἰς τοὺς οἴκους πορεύσομαι; διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται; B. I. 1068. ὅστις γυναικῶν λυμεῶνας: ὅστις ἥδεται κομίζων τοὺς ξένους λυμεῶνας τῶν γυναικῶν καὶ συνεργάτας τῶν κακῶν. B. I. 1074. ὦ δώματʼ, εἴθε: ὦ οἰκήματα, εἴθε φωνὴν ἀφίετε καὶ ἐμαρτυρήσατέ μοι, εἰ τοιοῦτος ἀνὴρ γέγονα. 1076. εἰς τοὺς ἀφώνους: γράφεται καὶ σοφῶς, ἵνʼ ᾖ σοφιστικῶς καὶ τεχνικῶς. εἰς τὸ φεύγεις ὑποστικτέον. τὸ δὲ λοιπὸν κατὰ ἀπόφασιν, εἰς τοὺς ἀφώνους μάρτυρας φεύγεις, ὃ ἔστιν ἀφώνους μάρτυρας ἐπικαλῇ. καὶ τὸ κατὰ τὴν Φαίδραν πρᾶγμα μὴ φαινόμενον σαφῶς μηνύει τὸ κακόν. 1078. εἴθ᾿ ἦν ἐμαυτόν: εἴθε δυνατὸν ἦν ἐμαυτὸν ἄλλον γενόμενον προσβλέψαι δακρύοντα καὶ κατιδεῖν ἐν ὁποίοις κακοῖς εἰμι. τοῦτο δὲ λέγει διὰ τὸ μὴ τὸν Θησέα προσβλέποντα αὐτὸν οἰκτείρειν. 1080. πολλῷ γε μᾶλλον: σαυτὸν ἐμελέτησας μᾶλλον σέβειν ὑπὲρ τοὺς τεκόντας ἢ καλῶς ποιεῖν, ὢν δίκαιος, ὡς αὐτὸς λέγεις· μᾶλλον σεαυτὸν ἤσκησας σέβειν. 1084. οὐχ ἕλξετ᾿ αὐτόν: οὐ διώκετε αὐτὸν ἐκ ταύτης τῆς γῆς, οὐκ ἐκ πολλοῦ χρόνου εἶπον ὑμῖν. 1085. πάλαι ξενοῦσθαι: ἐκβάλλειν καὶ ἀποξενοῦν. A. ἐπὶ ξένης γῆς διατρίβειν, ξένος ἀντὶ πολίτου γίνεσθαι. ἔστι δὲ Ἀττικόν. 1086. κλαίων τις: οὐχ ὡς ἀντιτείνων λέγει, ἀλλʼ ὡς ἐξ ἐλευθέρας χειρὸς ὠθεῖσθαι βουλόμενος· ὄντως ἐάν μέ τις διώξῃ ἐκ τῶν δούλων, κλαίων ἀναχωρήσει· ἐὰν δὲ θέλῃς σὺ, δίωξόν με ἐκ τῆς γῆς ταύτης. 1090. ἄραρεν: ἀντὶ τοῦ ἔδοξε, κέκριται. B.