Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1114
Not analysed yet
1114. δόξα δέ: ὅ ἐστι μὴ σχῶ μεγάλην δόξαν, μήτε μικρὰν, ἀλλὰ μέσην καὶ σεμνήν. παράσημος δὲ ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων. A. B. I. Ἄλλως. εἰς ἄκρον τελείᾳ ἐν εὐτυχίᾳ, ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος, καὶ μήτε βασιλείᾳ ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλίψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐχρήσατο, κατʼ ἐναντίωσιν τοῦ ἀτρεκὴς, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης. A. δόκησις δὲ μήτε ἀτρεκὴς ἀντὶ τοῦ ἀκριβὴς, μεγάλη, ἄκρα. B. παράσημος: ἀδόκιμος. B. οἰκτρὰ, εὐτελής. B.