Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1115
Not analysed yet
1115. ῥᾴδια δʼ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα καὶ προβαίνουσα εὐτυχοίην ἀεί. Ἄλλως. εὐχερῶς δὲ τὰ συνήθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον εὐτυχοίην τὸν βίον. τὸ δὲ ἑξῆς, εὔκολον δὲ ζωὴν εἰς τὸν καθʼ ἡμέραν χρόνον ἀεὶ διαδεχοίμην, καὶ σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται δὲ καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι τὸ μεταβαλλομένη ἀντὶ τοῦ μεταβάλλουσα. δύναται δὲ πάλιν εἶναι καὶ τὰ ἤθη μεταβαλλομένη.