Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1118
Not analysed yet
1118. οὐκέτι γὰρ καθαράν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφοβον, διὸ καὶ μετὰ φυλακῆς ηὐξάμην, οὐ δυνάμενος, φησὶν, ἀνενέγκαι τῇ προνοίᾳ τῶν θεῶν τὰ πράγματα διὰ τὸν Ἱππόλυτον, ὃς ἀδίκως ἐτιμωρεῖτο. Ἄλλως. ἄδηλον εἰς θεοὺς δηλονότι. τοῦτο δὲ ἐν τοῖς ἀνθρώποις συναπτέον, ἵνʼ ᾖ οὕτως· ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν τῶν ἀνθρωπίνων πραγμάτων. οὐκ ἔτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν οὐκ ἔχω γὰρ ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος.