Ancient Greek
1121 to 1128
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1121-1128
Not analysed yet
1121. ἐπεὶ τὸν Ἑλλανίας: ἀντὶ τοῦ ἀμʼ οὗ τὸν τῆς Ἑλληνίδος γῆς. B. τῆς Ἑλληνικῆς χώρας τῶν Ἀθηναίων. A. τὸν ἐπιφανέστατον τῆς Ἀττικῆς. καὶ Ὅμηρος “εὐρυάγυιαν Ἀθήνην.” B. ἐπεὶ τὸν Ἑλληνικῆς γῆς φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα δὲ λέγει τὸν Ἱππόλυτον διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ. 1127. ὦ ψάμαθοι: ὦ αἰγιαλοὶ τῆς λευκῆς θαλάσσης ἔνθα ἐγυμνάζετο. A. B. 1128. ὅθι κυνῶν ὠκυπόδων ἐπέβας μέτα: ὑπερβατὸν, ὅθι μετὰ κυνῶν ἐπέβης ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, τοὺς περὶ τὴν Ἄρτεμιν, ὅ ἐστι τοὺς ὑποτεταγμένους τῇ Ἀρτέμιδι. θεᾶς μέτα: μετὰ τῆς θεᾶς Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι. A. B. ἐναίρων: κρατῶν. B. rec.