Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1131
Not analysed yet
1131. συζυγίαν: σύζευξιν τῶν ἵππων. B. Ἐνετᾶν: Ἐνέτη πόλις ἠπείρου, ἔνθα γίνονται καλοὶ ἡμίονοι καὶ πῶλοι. B. πώλων Ἑνετᾶν: Παφλαγονικῶν. Ἑνετοὶ γὰρ ἔθνος Παφλαγονίας. εἰ δέ τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι; ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ πόλεως, οὐδὲ ἐκ χώρας, ἀλλʼ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες καὶ Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τῆς εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετᾶν πώλων βήσῃ, ὡς τὸ “ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο.”