Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1130
Not analysed yet
1130. Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν. Βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης ἠράσθη Μίνως, καὶ κατεδίωξεν αὐτὴν ἐπὶ ἡμέρας ἐννέα. καὶ μὴ ὑποφέρουσα ἔτι ἔρριψεν αὑτὴν ἀπὸ τοῦ ὄρους εἰς τὴν θάλασσαν, καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα. A. B. I. Ἄλλως. οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν Δίκτυνναν παρεπομένην τῇ Ἀρτέμιδι. Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσου διὰ μεθόθου δικτυηρᾶς οἱ ἐπακτῆρες καὶ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον. διὰ τὸ ὑπὲρ τῆς μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεται ὡς δεῖ, ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ τῇ Ἀρτέμιδι. δῆλον δὲ ἐκ τοῦ καὶ Ἑκάτην ὀνομάζεσθαι. A.