Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1276
Not analysed yet
1276. χρυσοφαής: ὁ Ἔρως ὁ χρυσοφαὴς, τουτέστιν ὁ λαμπρὸς ὤν. Ἄλλως. οὐ προσηνὴς ὁ χρυσὸς, ἀλλὰ τὸ εἶδος χρυσοφαής. φύσιν ὀρεσκώων: φύσιν ἔχων θηρὸς, ἀντὶ τοῦ ἄγριος ὢν τοῖς ποθοῦσι, καὶ τῶν ἐν θαλάττῃ θηρίων φύσιν ἔχων καὶ τῶν ἐν τῇ γῇ. ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ τῶν ὀρείων, ἢ τῶν πελαγίων, ἢ τῶν ἐν τῇ γῇ, ἣν ὁ ἥλιος καταλάμπει.