Ancient Greek
1279 to 1330
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1279-1330
Not analysed yet
1279. δέρκεται: ταῖς αὐγαῖς ὁ ἥλιος θεωρεῖ. B. 1280. ἄνδρας τε: ἀντὶ τοῦ ἀνθρώπων ἄνδρας κατʼ ἐξοχὴν εἶπεν. B. I. 1286. τοῖσδε: ταῖς κατὰ τὸν Ἱππόλυτον κακώσεσι. B. 1289. ἀφανῆ: εἰργάσω ἀφανῶς καὶ ἀνεξελέγκτως, πεισθεὶς τοῖς ψευδέσι λόγοις τῆς σῆς γυναικὸς, καὶ τοῦτο ποιήσας φανερὰν ἔσχες βλάβην. 1290. πῶς δʼ οὐχ ὑπὸ γῆς: τὸ πῶς οὐκ ἀπὸ κοινοῦ, ἵν ᾖ οὕτως, πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδʼ ἀνέχεις. μεταβὰς δὲ μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν, καὶ ἀλλοιωθεὶς εἰς ὄρνεον. 1292. μεταβὰς βίοτον: παραδραμὼν ζωήν σου. B. 1293. πήματος: τοῦ μιάσματος. B. ἀνέχεις: ἀναφέρεις. B. 1294. ὡς ἐν ἀγαθοῖς ἀνδράσι: τοῦτό φησιν, εἰς ἀγαθοὺς ἄνδρας οὐκέτι μετρηθήσεταί σου ὁ βίος. 1295. κτητόν: κατατεταγμένον. B. 1246. κακῶν κατάστασιν: διήγησιν. A. B. 1297. προκόψω: ἀπὸ τοῦ νῦν. B. 1298. ἀλλʼ εἰς τόδʼ ἦλθον: ὁ ἀλλά ἀντὶ τοῦ γάρ, ἀντὶ τοῦ φανερώσω τὴν σωφροσύνην τοῦ σοῦ παιδὸς, καὶ τῆς σῆς γυναικὸς τὸν οἶστρον. ἢ τάχα οὐκ οἶστρον, ἀλλὰ τρόπον τινὰ τὴν ἐγκράτειαν καὶ τὴν σωφροσύνην. γενναιότητα δὲ λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα. 1300. οἶστρον: γρ. ψεῦστιν, ἤγουν τὴν ψευδολόγον. B. 1303. δηχθεῖσα: συσχεθεῖσα τοῖς πόνοις τῆς Ἀφροδίτης, τῆς ἐχθίστης ἡμῖν τῶν θεῶν, ὁπόσαι εἰσὶν ἐν τῇ παρθενίᾳ, ἠράσθη τοῦ σοῦ υἱοῦ. A. B. I. τὸ δὲ “γνώμῃ νικᾶν τὴν Κύπριν πειρωμένη” ἀντὶ τοῦ τῷ λογισμῷ τοῦ μὴ θέλειν συγκαθεύδειν τῷ Ἱππολύτῳ, διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ ἀνδρός. B. I. 1306. ἢ σῷ διʼ ὅρκων: ἥτις τροφὸς τῷ σῷ υἱῷ τὸν ἔρωτα ἐσήμανεν. 1307. ἐφέσπετο: τῆς τροφοῦ. B. 1313. ἀλλʼ ἔχʼ ἥσυχος: ἀλλʼ ἡσύχαζε, ὡς ἂν οἰμώζῃς πλέον τὸ μετὰ ταῦτα ἀκούσας. 1314. τοὐνθένδʼ: τὸ μετέπειτα. B. 1316. ὧν τὴν μίαν παρεῖλες: παρέπεμψας, ἀπώλεσας, ἀφεῖλες, ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν ἀπὸ τῶν τριῶν ὧν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ ἀπώλεσας τὸν υἱόν. 1319. ᾔνεσε: ἐπηγγείλατο. B. 1320. ἐκείνῳ: τῷ Ποσειδῶνι. B. rec. 1330. θέλοντος: γρ. μέλλοντος. B.