Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1331
Not analysed yet
1331. ἐπεὶ σάφʼ ἴσθι: ἐπεὶ προεῖπε παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν εὐσεβῆ τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία. ἐν τίνι γὰρ ἔμελλεν αὐτὸν εὐλαβεῖσθαι, μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ ἄνδρα σώζουσα; καὶ γὰρ ἀγαθὰ καὶ ἔννομα διαπραττόμενος ἐξουσίαν οὐ δέδοικεν. καὶ γὰρ, εἰ μὴ νόμος με εἶργε, κωλυομένη ὑπό τινος λοιπὸν ἀδεῶς ἐβοήθουν αὐτῷ. B. I.