Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 228
Not analysed yet
228. δεσποίν᾿ ἁλίας: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἐν τοῖς ἑξῆς φησι “τὸν ἀμφὶ Λίμνης τροχόν.” ὁ δὲ νοῦς, ὦ δέσποινα τῆς ἰσοπέδου Λίμνης, καὶ τῶν ἐν αὐτῇ γυμνασίων τῶν ἱπποκρότων. ἐπεύχεται δὲ λοιπὸν τῇ οἰκείᾳ θεῷ τῶν κυνηγεσίων, ὥστε τοῖς τοῦ ἐρωμένου ἐπιτηδεύμασι χρήσασθαι πρὸς τὸ αὐτῷ συναναστρέφεσθαι καὶ συνδιαιτᾶσθαι. τῆς δὲ θαλάσσης καὶ τῆς γῆς φησιν αὐτὴν δεσπόζειν, ὡς καὶ Ἡσίοδος “μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.” ἢ ἐπεὶ λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται.