Ancient Greek · ~2 min
229 to 232
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 229-232
Not analysed yet
229. ἱπποκρότων: τῶν ὑπὸ τῶν ἵππων κροτουμέυων, τῶν ἱπποδρόμων. γυμνασίων δὲ εἶπε τῶν τόπων. B. Fl. 15. 231. πώλους Ἐνέτας: ταῦτα ἀνακεχρόνισται· οὐδέπω γὰρ Ελληνες Ἐνέταις ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν πρότερον οἰκοῦντες ὕστερον ἐπὶ τὸν Ἀδρίαν διέβησαν. Λέων δὲ πρῶτος Λακεδαιμόνιος πε΄ ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι “Λέων Λακεδαιμόνιος ἵπποισι νικῶν Ἐνέταις Ἀντικλείδα πατήρ.” δαμαλιζομένα: δαμάζουσα, ἡνιοχοῦσα. B. M. Ἐνέτη δὲ πόλις Παφλαγονίας. B. 232. τί τόδ᾿ αὖ: τί τοῦτο, φησὶ, τὸ ῥῆμα μωραίνουσα πάλιν εἶπας, B. Fl. 15.