Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 233
Not analysed yet
233. νῦν δὴ μὲν ὄρος βᾶσ᾿: ἀρτίως μὲν εἶχες ἔρωτα εἰς ὄρος ἀπελθεῖν, καὶ ἐπὶ θήρας πόθον ὥρμας καὶ κυνηγεσίων, πάλιν δὲ νῦν ἐν σταδίοις πώλων δρόμου ἐπιθυμεῖς, καὶ ἐπὶ ταύταις ὀχεῖσθαι γυμαστικῶς. τινὲς δὲ γράφουσι καὶ πόθον, δηλοῦντες ὅτι τὸν πόθον εἰς θῆρας καὶ κυνηγέσια ἠφίεις. ἐπ᾿ ἀκυμάντοις πώλοις: ταῖς μὴ θαλασσίαις, ἀλλ᾿ ἠπειρωτικαῖς, τουτέστιν ἐν σταδίοις, ἢ ἐν ἀνηνέμαοις αἰγιαλοῖς, ἔνθα καὶ στάδια πολλά εἰσιν.