Ancient Greek · ~3 min
238 to 247
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 238-247
Not analysed yet
238. καὶ παρακόπτει φρένας: ἀντὶ τοῦ ἐλαττοῖ. ἀπὸ μεταφορᾶς τῶν περικοπτομένων τὰ πτερὰ ὀρνέων, ἅπερ ἅμα τῇ τῶν πτερῶν τμήσει τὴν ἰσχὺν, ἀποβάλλει, καὶ παντελῶς ἀσθενῆ γίνεται. A. B. M. I. ἐκκόπτει τὰς φρένας τῶν δεόντων. A. ἐκκόπτει τοῦ φρονεῖν τὰ δέοντα. Fl. 15. 246. ποῖ παρεπλάγχθην γνώμης: πάλιν καταστᾶσα τῆς μανίας καὶ ἔμφρων γενομένη αἰσθάνεται ἑαυτὴν παραπαίσασάν τι καὶ μανιώδη φθεγγομένην. τὸ γὰρ τοῦ ἔρωτος ἐνδιδόμενον τῇ ἡδονῇ τῶν λόγων καὶ ἐρεθιζόμενον ὥσπερ εἰς θέαν τῶν ἐπιθυμουμένων τῇ λεπτο- λογίᾳ πρὸς ἐκφροσύνην ἐξήρχετο, καὶ πάλιν εἰς ἔννοιαν καθισταμένη τῶν ῥηθέντων ἐσωφρόνει, καὶ ἐπὶ τοῖς ῥηθεῖσιν ὠδυνᾶτο. 245. κατ᾿ ὄσσων δάκρυα: διὰ τὰ λελεγμένα πρώην ὑπ᾿ ἐμοῦ δάκρυα προσέρχεται τοῖς ὀφθαλμοῖς μου. A. B. M. 247. τὸ γὰρ ὀρθοῦσθαι: τὸ γὰρ μετὰ τὴν μανίαν ὀρθοῦσθαι τὴν γνώμην ὀδυνᾷ λυπουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν, ὡς ἐν τῷ καθεστῶτι δίκας πρὸ αἰσθήσεως διδόναι.