Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 248
Not analysed yet
248. τὸ δὲ μαινόμενον: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τοῦ μετὰ συνειδήσεως ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς. Ἄλλως. τὸ δὲ μαινόμενον ἀντὶ τοῦ, κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι, κρεῖσσόν ἐστι καὶ ὑπερέχει τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν, ὡς εἴ τις λέγοι, λυσιτελές ἐστι μὴ γινώσκοντα ἀπολέσθαι, ὡς κρείσσονος ὄντος τοῦ τοιούτου βίου.