Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 264
Not analysed yet
264. οὕτω τὸ λίαν ἧσσον: ἀντὶ τοῦ οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν ἐπαινῶ, ὡς τό μηδὲν ἄγαν, τουτέστι τὸ μὴ λίαν ἐπιτηδεύειν· καὶ συγκαταθήσονταί μοι πάντες οἱ σοφοί. Ἄλλως. οὕτω τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοὶ, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. καὶ Πίνδαρος “σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος ᾔνησαν περισσῶς.” Ἄλλως. τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας, οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ Ταῦτ᾿ ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μ᾿ ἀνέθηκεν· μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά. ὁ δὲ Θεόφραστος, ὡς τὰ Σισύφου λεγόμενα καὶ Πιτθέως, οἷον “μηδὲν ἄγαν,” “μηδὲ δίκην δικάσῃς.” A. B. M. I. Ἄλλως. προτιμῶ τὸ μηδὲν ἄγαν, ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον, πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγων παρὰ τὸ ἄγαν. A.