Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 261
Not analysed yet
261. βιότου: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων ἀκριβῶς καὶ πρὸς ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλὲς, ἀντὶ τοῦ εἰ ἐπιτηδεύει τις πρᾶγμα ποιεῖν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν αὐτῷ εὑρίσκεται. ἐπιτηδεύσεις δέ φησι τὰς μελέτας τὰς τῇ ὑπερβολῇ τῆς συνηθείας ἀνενδεεῖς. καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας τῆς ἀληθείας μελέτας ἐπιτηδεύσεις φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐμποδίζειν. A. B. M. I. ὡς εἴ τις ἐπιμελείᾳ διηνεκεῖ χρῷτο τῷ λόγῳ, ὡς κατὰ μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλλο τι ἐκπίπτει τῷ λόγῳ καὶ εἴς τι μανιῶδες, καὶ τὸ σῶμα εἰς νόσον κατακλίνεσθαι φέρει. B. I. ἀντὶ τοῦ λίαν βλαβερὰς εἶναι. καὶ καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας τῆς ἀληθείας ἐπιτηδεύσεις φασὶν οἱ σοφοὶ σφάλλειν, ὡς εἴ τις ἐπιμελείᾳ καὶ διη- νεκεῖ κτήσει χρῷτο λόγῳ ὡς κατὰ μηδὲν ὑπείκειν, ἀλλὰ καὶ τῷ σώματι οὕτως εἰς ἄλλο τι ἐμπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες καὶ τὸ σῶμα εἰς νόσον κατακλίνεσθαι φέρει τὸ αὐτὸ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν. Ἄλλως. φασὶ δὲ πᾶν τὸ ἐν τῷ βίῳ πρᾶγμα ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνασθαι. A.