Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 288
Not analysed yet
288. ἄγ᾿, ὦ φίλη παῖ: ἀπέτεινε τὸν λόγον πάλιν πρὸς τὴν Φαίδραν, ἄλλο δῆθεν εἶδος μετιοῦσα νουθεσίας. τὸ γὰρ παραινέσει πείθειν βέλτιον ἢ ἐπαχθέσι ῥήμασιν εἰπεῖν τὴν πρόφασιν. Ἄλλως. ἄγε, ὦ φίλη παῖ, ἀμφότεραι ὅπως ἐπιλαθώμεθα τῶν προειρημένων, καὶ σύ γε ἡδίων καὶ πρᾳοτέρα γενήσῃ, εἰ δέξῃ τὴν παραίνεσιν, ἐγώ τε, ὅπου ἔδοξα τὸ πρὶν ἐπαχθής τις εἶναι ἕως τούτου τοῦ μέρους, ἀποστᾶσα ἐπ᾿ ἄλλην πορεύσομαι κρείττονα νουθεσίαν. A. B. I.