Ancient Greek · ~6 min
290 to 303
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 290-303
Not analysed yet
290. στυγνὴν ὀφρύν: τὴν συνηγμένην καὶ σκυθρωπάζουσαν. A. B. τὴν στυγνὴν τῆς ἀφροσύνης, ὅπου οὐ καλῶς ἠκολούθουν σου τῇ παραινέσει, ἀποστᾶσα ἀπὸ τούτου ἐπὶ νουθεσίαν πρᾳεῖαν μετέρχσμαι, τουτέστι τὴν στυγνότητα τοῦ προσώπου ἄφελε, καὶ τῆς χαλεπῆς γνώμης ἐκείνης παῦσαι. A. B. M. I. γνώμης ὁδόν: ἀντὶ τοῦ λόγων βάσιν. Fl. 15. 291. ἐγώ θ᾿ ὅπη: εἴ τι, φησὶ, τὸ πρότερον ἐλύπουν σε τῷ συνεχεῖ τῆς ἐρωτήσεως, τανῦν ἐπὶ τὸ κολακεύειν σε τραπήσομαι. 294. γυναῖκες αἵδε: συνδιοικήσουσιν, ἀποκαταστήσουσι, θεραπεύσουσι τὴν μοιχείαν. συμπράξουσι, συνεργήσουσι. γυναῖκες γὰρ οὖσαι ἐν ταῖς τοιαύταις συμβάλλονται νόσοις, αἱ μὲν πειραθεῖσαι, αἱ δὲ προσδοκῶσαι πείσεσθαι. καὶ γὰρ εὐεπίβατον ἄγαν εἰς τὰ τοιαῦτα τὸ τῶν γυναικῶν γένος. ἔοικε δὲ λέγειν ἔρωτας, ἢ τοιοῦτον ἀπόρρητον. 295. εἰ δ᾿ ἔκφορός σοι: ἐκβληθῆναι δυναμένη. A. ἀντὶ τοῦ ἀνακοινωτέα εἴη ἡ νόσος. σώματος ἦν ᾗ ἐνόσει. M. ἀντὶ τοῦ ἐξελεγχθῆναι καὶ ῥηθῆναι δυναμένη, τουτέστιν, εἰ δὲ δύνανται καὶ ἄρσενες ἀκοῦσαι τὰς συμφοράς. B. I. 298. ἀλλ᾿ ἢ μ᾿ ἐλέγχειν: ἀλλ᾿ ἀντίλεξον, εἰ μὴ καλῶς λέγω. A. B. Fl. 15. 299. συγχωρεῖν: συναινεῖν, πείθεσθαι. Fl. 15. πείθεσθαι, συντρέχειν. B. 300. δεῦῤ ἄθρησον: δεῦρο εἰς ἐμὲ βλέψον, ἵνα κἂν διὰ τῆς ὄψεως αἰδεσθῇς με· εἶτα ὡς ἐκείνης μὴ ἐνατενιζούσης, μηδὲ πραϋνομένης τῇ παραινέσει, φησὶ πρὸς τὸν χορὸν, μάτην, ὦ γυναῖκες, μοχθοῦμεν, πείθειν ταύτην πειρώμεναι. ἢ οὕτως· εἰς δὲ τὸ πείθειν· ὁμοίως ἄπεσμεν τοῖς πρὶν ῥήμασιν· ὥσπερ γὰρ δἰ ἐκείνων οὐδὲν ἠνύσαμεν, οὕτως οὐδὲ διὰ τούτων. 303. λόγοις ἐθέλγεθ᾿ ἥδε: ἐχαυνοῦτο, ἐμαλάσσετο. τὰ γὰρ βρεχόμενα μαλάσσεται. ἡ μεταφορὰ ἐκ τούτου. γράφεται δὲ διὰ τριῶν, λόγοις ἐπείθετο, λόγοις ἐθέλγετο, λόγοις ἐτέγγετο. A.