Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 29
Not analysed yet
29. καὶ πρὶν μὲν ἐλθεῖν: τὸ ἐξαίρετον τοῦ ἔρωτος δηλοῖ, ὅτι καὶ πρὸ τοῦ ἐλθεῖν εἰς Τροιζῆνα οὕτως ἤρα ὡς καὶ Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἐν τῇ Ἀττικῇ, ἐξιλεουμένη τὸν Ἔρωτα, καὶ μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ᾿ αὐτῷ ἱδρύσασθαι ἱερόν λέγει. Τροιζηνίαν: ὅτι ἡ Τροιζὴν τὸ τέλος ἐστὶ τῆς Πελοποννήσου. ἀντικειμένη τῇ Ἀττικῇ καὶ τῷ Γλαυκωπίῳ ὄρει τῆς Ἀττικῆς. τὸ Σούνιον. οἱ δὲ Ἀττικῶς λεγόμενον ἐπὶ Τροιζῆνος λαμβάνουσιν, ἐπειδὴ καὶ ἐν αὐτῇ ὑφέστηκε τὰ πράγματα. βέλτιον δὲ ἐπακολουθοῦντα τοῖς προτέροις πρὸς τὸν Ἀττικὸν Πανδίονα αὐτὴν καὶ τἄλλα ὡς προειρημένα αὐτὸ λαμβάνειν.