Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 30
Not analysed yet
30. πέτραν παῤ αὐτήν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφ᾿ ἧς ἦν ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φασίν. ἐκάλεσε δὲ Ἀφροδίτην ἐφ᾿ Ἱππολύτῳ, ἣν καὶ Ἱππολυτίαν καλοῦσι. κατόψιον οὖν ἀντὶ τοῦ κατὰ τὸ ἀντικείμενον. τοῦτο τὸ κατόψιον πιθανώτερον ἐξηγούμενοι ἤκουσαν τὸ ὄρος τὸ ἀντικείμενον τῷ Γλαυκωπίῳ τῆς γῆς τῆσδε, ὅ ἐστι Τροιζῆνος. Ἄλλως. πέτραν Παλλάδος φησὶ τὸ Γλαυκώπιον ὄρος. κατόψιον δὲ ἀντὶ τοῦ ἐπὶ ταύτης τῆς γῆς τῆς Ἀττικῆς. ἢ τὸ κατόψιον ἀντὶ τοῦ ἐξ ἐναντίας. Ἄλλως. κατόψιον τὸ ὑψηλὸν, παρόσον τὰ ὑψηλὰ κατοπτεύουσι πάντα τὰ ὑποκείμενα. πέτραν δὲ Παλλάδος τὸ Γλαυκώπιον ὅρος. κατόψιον: ὑψηλὸν, ἔμπροσθεν. A. τὸν κατοπτευτήριον. Flor. 2.