Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 304
Not analysed yet
304. ἀλλ᾿ ἴσθι μέντοι: λοιπὸν ἀπεγνωκυῖα τὴν κολακείαν κνηστικοῖς αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα, ἴσθι ὅτι, ἐὰν θανῇ, μὴ ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας. ἐκβληθήσονται γὰρ τῶν οἴκων. λοιπὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ “πρὸς τάδ᾿ αὐθαδεστέρα γενοῦ θαλάσσης.” Ἄλλως. γίνωσκε προδιδοῦσα τοὺς σοὺς παῖδας, εἰ θανῇ, μὴ κατέχοντας καὶ δεσπόζοντας τῶν πατρῴων οἴκων.