Ancient Greek · ~4 min
309 to 316
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 309-316
Not analysed yet
309. τὸ οἶσθά νιν καλῶς προσέθηκε. πρὸς πλείονα γὰρ ὀδύνην αὐτὴν ἐκίνησεν, οὐκ ἀμφίβολον αὐτῇ τὴν γνῶσιν τούτων εἶναι λέγουσα. 310. Ἱππόλυτον. οἴμοι: ἀκούσασα ἡ Φαίδρα τοῦ ἐρωμένου τὸ ὄνομα θρηνητικὸν ἐπίφθεγμα εἶπεν. A. B. M. θιγγάνει δὲ σέθεν τόδε: οἷον καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ τῆς ὀρφανίας τῶν παίδων. οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι “ἄλλῃ δ᾿ ἐν τύχῃ χειμάζομαι.” A. B. I. 311. καί σε πρὸς θεῶν: τὸ ἑξῆς· καί σε πρὸς θεῶν λίσσομαι τὸ αὖθις, ὅ ἐστι τὸ μετὰ ταῦτα, περὶ τοῦ ἀνδρὸς μηδὲν φθέγγεσθαι. A. B. I. 313. ὁρᾷς: διὰ τὸ μηδὲ λόγῳ ἀνέχεσθαι ἀκούειν ἀδικουμένους ὑπὸ τοῦ νόθου τοὺς παῖδας. οὕτως ἤκουσεν ἡ τροφός. A. B. Fl. 15. 314. παῖδας: Ἀκάμας καὶ Δημοφῶν παῖδε Φαίδρας καὶ Θησέως. B. M. Fl. 15. 316. ἁγνὰς μὲν, ὦ παῖ: οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσεν. διὰ τὸ εἰρηκέναι “ἄλλῃ δ᾿ ἐν τύχῃ χειμάζομαι.” A.