Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 307
Not analysed yet
307. μὰ τὴν ἄνασσαν: ἔσθ᾿ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ σεμνῦναι αὐτοὺς βουλόμενοι, ἀλλ᾿ εἰρωνευόμενοι. ἢ πρὸς πλείονα ἐρεθισμὸν κατ᾿ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν οἱ εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν ὀμνύναι, ὡς καὶ Σοφοκλῆς, ἐν Μυκηναίαις μὰ τὴν ἐκείνου δειλίαν, ᾗ βόσκεται, θῆλυς μὲν αὐτὸς, ἄρρενας δ᾿ ἐχθροὺς ἔχων. νόθον δὲ φρονοῦντα, καθὸ φιλοσοφίαν ἤσκει, ὅπερ ἐστὶν ἐλευθέρων. Ἀμαζόνα: τὴν Ἀντιόπην λέγει. A. M. Fl. 15.