Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 318
Not analysed yet
318. μῶν ἐξ ἐπακτοῦ: διὰ φαρμακείας γεγενημένης. ἐπακτὴ γὰρ πημονὴ ἡ ἔξωθεν ἐπαγομένη καὶ ἐγγινομένη γοητεία παρὰ τῶν ἐχθρῶν. A. B. M. I. μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν, ἐπάγει τι λύπης ἄξιον, ἆρά τινος ἔχθραν ἐπαγωγόν μηχανησαμένης σου· εἰώθασι γὰρ οἱ ἐχθροὶ ἐπαγωγάς τινων δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως, μή τίς σε τῶν ἐχθρῶν ἐφάρμαξε; διὰ τὸ εἰρηκέναι “φρὴν δ᾿ ἔχει μίασμά τι.” A. B. I. πημονῆς: ἐπεὶ ἀσεβής ἐστιν αὐτῆς ὁ ἔρως. A. Fl. 15.