Ancient Greek · ~3 min
319 to 327
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 319-327
Not analysed yet
319. φίλος μ᾿ ἀπόλλυσʼ: ἐπειδὴ εἶπεν φίλος, λέγει ἡ τροφὸς, μή τι ἄρα ὁ Θησεὺς εἴς σε ἄκων ἡμάρτηκεν: A. B. M. I. τὸ μὲν οὖν φίλος πρὸς ἀντιδιαστολὴν ἐχθροῦ τινος· τὸ δὲ οὐχ ἑκών, ἐπεὶ οὐκ ἐκ προνοίας αὐτοῦ ἦν ὁ ἔρως. A. B. I. 321. μὴ δρῶσ᾿ ἔγωγε: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ. A. B. Fl. 6. 15. 324. ἐν δὲ σοὶ λελείψομαι: ὅ ἐστιν ἐνιζανοῦμαί σοι, ἢ ὅτι ἐν σοὶ καταλειφθήσομαι, ἢ ἐξαρτῶμαί σου τῇ ἱκεσίᾳ, ἢ ἐν σοὶ τὸν βίον λείψω. εἰ μὴ ἄρα, φησὶ, μετά τινος ἀνάγκης, οὐ συγχωρήσω, οὐδ᾿ ἀπολύσομαι. 325. ἐξαρτωμένη: ἀντωμένη, λαμβανομένη. A. Fl. 15. 327. κάκ᾿, ὦ τάλαινα: ἤτοι πρὸς ἀνατροπὴν τοῦ πυθέσθαι ἐπάγει δεύτερον τὸ κακά. κακόν ἐκτί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά. A. B. I.