Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 329
Not analysed yet
329. ὀλῇ: ἀπολῇ ἀκούσασα τὸ πάθος· οὕτω γὰρ δεινόν ἐστιν ὡς καὶ τοὺς ἀκούοντας φίλους διαφθείρειν. A. Fl. 15. ἀπολῇ. φησὶν, εἰ ἀναγκάσεις με λέγειν. ἐμοὶ δὲ τὸ σιωπᾶν τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος ἡ νόσος εἰς πολλοὺς γίνεται, ἀλλὰ συγκαταθάψω ἐμαυτῇ τὸ τῆς σωφροσύνης ὄνομα, μέλλουσα ἐν σωφροσύνῃ τελευτᾶν. A. B. M. I. ἢ οὕτως· ἐὰν μή μοι εἴπῃς, ἀποθανῇ, τοῦ δὲ στερηθῆναί σου μεῖζον οὐκ ἔστι μοι κακόν. εἶτα, φησὶν, ἀπολοῦμαι. τὸ δὲ ἀπολέσθαι με τιμήν μοι φέρει. ἡ δὲ γραῦς μὴ νοήσασα τὸ πρᾶγμά φησιν, εἰ τιμήν σοι φέρει τὸ πρᾶγμα, διὰ τί μὴ λέγεις, κρύπτεις χρηστά. B. I.