Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 382
Not analysed yet
382. οἱ δ᾿ ἡδονὴν προθέντες: καλῶς τὰς αἰσχρὰς ἡδονὰς ἀπεσιώπησεν, ὡς ἤδη διὰ τούτων κἀκείνας σημάνασα· αὗται γὰρ ἐκείνων εἰσὶ τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι ἡδοναί εἰσιν. εἶτα μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν. A. B. l. προθέντες: ἀντὶ τοῦ προτιμήσαντες. A. B. M. Fl. 15. οὐ γὰρ μία ἡ ἡδονὴ, ἀλλὰ διάφοροι. Μ.