Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 408
Not analysed yet
408. ἥτις πρὸς ἄνδρα: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας τοῦ Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφὴ καὶ Κλυτή. ὡς φιλόσοφος δὲ συμβάλλει τοῦτο, ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα ἐξ εὐγενοῦς τινος γενόμενον.