Ancient Greek
409 to 424
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 409-424
Not analysed yet
409. θυραίους: ξένους. B. γενναίων: εὐγενῶν. B. 411. ὅταν γὰρ αἰσχρά: ἐστοχάσατο τὸ τοιοῦτον οὐ μόνον ἀπὸ τῆς κολακείας. ἀλλὰ καὶ ἐκ τῆς τῶν ἁμαρτανόντων ἀξιοπιστίας. ὅταν γὰρ, φησὶν, αἰσχρὰ ποιῶσιν αἱ βέλτισται, πάντως αἱ εὐτελεῖς μιμοῦνται καὶ ἀκολουθοῦσιν ἐκείναις. εἰ γὰρ τοῖς ἀγαθοῖς τὰ αἰσχρὰ νομίζεται καλὰ, πολλῷ μᾶλλον τοῖς κακοῖς. A. B. M. I. ἐσθλοῖς τοῖς εὐγενέσι καὶ λαμπροῖς, κακοῖς δὲ τοῖς εὐτελέσι. B. 412. κάρτα: ἰσχυρά. B. κακοῖς: ἀγενέσιν. B. 413. μισῶ δὲ καὶ τὰς σώφρονας: μισῶ δὲ καὶ τὰς λόγῳ μὲν τὴν σωφροσύνην μετιούσας, ἔργω δὲ τὰ κακὰ πραττούσας. A. B. 415. αἳ πῶς ποτ᾿: πῶς οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον δεδοίκασι; αἵτινες ἄρα πῶς τολμῶσιν ὁρᾶν τοὺς ἄνδρας: μονονουχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων παρὰ φύσιν ἔχειν δεδοκυίας τὴν νύκτα· θεὸς γὰρ οὖσα θεοῖς ἀνάκειται. 418. τέρεμνα: τὰ στέγη τῶν οἴκων. M. στέγη, τείχη. B. 419. τοῦτ᾿ :τὸ σωφρονεῖν. B. 424. δουλοῖ: ταπεινοῖ, ἀπαρρησίαστον ποιεῖ. B. τὰ κακὰ τῆς μητρός. B.