Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 426
Not analysed yet
426. μόνον δὲ τοῦτο: ἀλλ᾿ ὁ βίος ἥδεται τοῖς πονηροῖς. ὡς Μένανδρος “πράττει δ᾿ ὁ κόλαξ ἄριστα πάντων, δεύτερος συκοφάντης, ὁ κακοήθης τρίτος λέγεται.” παλαίει οὖν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὅστις βούλοιτο δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσι παντὶ τρόπῳ ὑποσκελίσαι αὐτόν. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός. Ἄλλως. μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον, καὶ οὐ καλύπτεται ὑπ᾿ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον, ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι, ἀλλὰ καὶ τοῦ μετ᾿ αὐτόν. Ἄλλως. μόνον δὲ τοῦτό φασι συγκαταστρέφειν καὶ συναπόλλυσθαι τῷ βίῳ, τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, εἰδυῖαν ὅτι ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, οὕτω καὶ τοὺς πονηροὺς ἐλέγχει ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασε τὰ ἐν τῷ προϊόντι χρόνῳ φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων αὐτῶν, ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν αὐτῶν ὁρῶμεν ἁμαρτημάτων. A. B. I. ἁμιλλᾶσθαι: ὑπερνικᾶν. A. ἀγωνίζεσθαι. B. μὴ νικᾶσθαι ὑπὸ τοῦ χρόνου. B. ἐξισοῦσθαι. Fl. 2.