Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 457
Not analysed yet
457. ναίουσι κοὐ φεύγουσι: οὐκ ἀφίστανται πρὸς τοὺς οἰκείους, καὶ παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν· ἢ ἐπὶ τῶν ἐρώντων θεῶν, καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν, αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος. A. B. I. ἐκποδών: πορρωτάτω. M. 459"χρῆν σ᾿ ἐπὶ ῥητοῖς: ἐπὶ συνθήκαις ἐχρῆν τὸν πατέρα σου γεννῆσαί σε, ἐπὶ ὡρισμένοις, ἢ ἐπ᾿ ἄλλοις δεσπόταις θεοῖς, εἰ μὴ στέργεις τούσδε τοὺς νόμους τῆς Ἀφροδίτης, φησὶ, καὶ τοῦ ἔρωτος. A. B. I. ἐπὶ συνθήκαις. B. ὁμολογίαις. M.